Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, De migratione Abrahami 44
Not analysed yet
ἀρτηθεῖσα γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ“ (Deut. 34, 4).