Ancient Greek
Section 47
Philo Judaeus, De migratione Abrahami 47
Not analysed yet
θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν.