Ancient Greek · ~3 min
Section 67
Philo Judaeus, De migratione Abrahami 67
Not analysed yet
πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ καλὰ πάντα ὁρμαῖς.