Ancient Greek · ~1 min
Section 7
Philo Judaeus, De migratione Abrahami 7
Not analysed yet
ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ·