Ancient Greek · ~2 min
Section 86
Philo Judaeus, De migratione Abrahami 86
Not analysed yet
Τίς οὖν ἡ τετάρτη δωρεά; τὸ μεγαλώνυμον· φησὶ γάρ· „μεγαλυνῶ τὸ ὄνομά σου“ (Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται, τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί.