Ancient Greek · ~1 min
Section 9
Philo Judaeus, De migratione Abrahami 9
Not analysed yet
ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος.