Ancient Greek · ~2 min
Section 95
Philo Judaeus, De migratione Abrahami 95
Not analysed yet
μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις. ἄγαμαι καὶ τῆς παναρέτου Λείας, ἥτις ἐπὶ τῆς Ἀσὴρ γενέσεως, ὅς ἐστι τοῦ αἰσθητοῦ καὶ νόθου σύμβολον πλούτου, φησί· „μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες“ (Gen. 30, 13)· στοχάζεται γὰρ ὑπολήψεως ἐπιεικοῦς, δικαιοῦσα μὴ μόνον ὑπὸ ἀρρένων καὶ ἀνδρείων ὡς ἀληθῶς λόγων ἐπαινεῖσθαι, παρ’ οἷς ἡ ἀλώβητος φύσις καὶ τὸ ἀληθὲς ἀδέκαστον τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι.