Ancient Greek · ~1 min
Section 102
Philo Judaeus, De mutatione nominum 102
Not analysed yet
ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος —τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως τὰ δεύτερα φέρεται —,οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.