Ancient Greek · ~1 min
Section 107
Philo Judaeus, De mutatione nominum 107
Not analysed yet
οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν —ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος —κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν·