Ancient Greek · ~1 min
Section 11
Philo Judaeus, De mutatione nominum 11
Not analysed yet
ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι;