Ancient Greek · ~2 min
Section 13
Philo Judaeus, De mutatione nominum 13
Not analysed yet
καταχρήσεως γὰρ ὀνόματος θείου δεῖ τοῖς εἰς τὴν θνητὴν γένεσιν ἐλθοῦσιν, ἵν’, εἰ καὶ μὴ πράγματι, ὀνόματι γοῦν προσερχόμενοι ἀρίστῳ κατ’ αὐτὸ κοσμῶνται. δηλοῖ δὲ καὶ λόγιον ἐκ προσώπου θεσπισθὲν τοῦ τῶν ὅλων ἡγεμόνος περὶ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ κύριον. „ὤφθην“ φησί „πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριον οὐκ ἐδήλωσα αὐτοῖς“ (Exod. 6,3). τοῦ γὰρ ὑπερβατοῦ μετατεθέντος ἑξῆς ἂν τοιοῦτος εἴη λόγος· „ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς“, ἀλλὰ τὸ ἐν καταχρήσει διὰ τὰς εἰρημένας αἰτίας.