Ancient Greek · ~2 min
Section 134
Philo Judaeus, De mutatione nominum 134
Not analysed yet
ἡ δὲ Θάμαρ ἐγκύμων τε γενομένη θείων σπερμάτων καὶ τὸν μὲν σπείραντα οὐκ ἰδοῦσα —λέγεται γὰρ τότε „ἐγκαλύψασθαι τὸ πρόσωπον“ (Gen. 38, 15), ὡς Μωυσῆς, ἡνίκα ἀπεστράφη εὐλαβούμενος τὸν θεὸν ἰδεῖν (Exod. 3, 6) —,τὰ δὲ σύμβολα καὶ τὰ μαρτύρια διαθρήσασα καὶ παρ’ αὑτῇ δικάσασα, ὅτι θνητὸς ταῦτ’ οὐ δίδωσιν, ἀνέκραγεν· „οὗτινος ταῦτ’ ἐστίν, ἐξ ἐκείνου ἐν γαστρὶ ἔχω“ (Gen. 38,25).