Ancient Greek · ~1 min
Section 140
Philo Judaeus, De mutatione nominum 140
Not analysed yet
εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι ***μᾶλλον δὲ καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως. συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν, οὐκ ἀσήμων.