Ancient Greek · ~3 min
Section 173
Philo Judaeus, De mutatione nominum 173
Not analysed yet
λέγει γὰρ αὖ τὰς ζημίας ὡς ὠφελείας προτείνων· „παραλαβόντες τὸν πατέρα καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ“ (ibid. 18) ἐπ’ Αἰγύπτου καὶ τοῦ φοβεροῦ τούτου βασιλέως, ὃς καὶ τὰ πατρῷα ἡμῶν καὶ τὰ ὄντως ὑπάρχοντα ἀγαθὰ ἔξω προεληλυθότα τοῦ σώματος —φύσει γάρ ἐστιν ἐλεύθερα —ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι.