Ancient Greek · ~2 min
Section 19
Philo Judaeus, De mutatione nominum 19
Not analysed yet
δικαιοῖ γὰρ τῶν μὲν φαύλων λέγεσθαι κύριος καὶ δεσπότης, τῶν δ’ ἐν προκοπαῖς καὶ βελτιώσεσι θεός, τῶν δ’ ἀρίστων καὶ τελειοτάτων ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός. αὐτίκα γέ τοι ἔσχατον ὅρον ἀσεβείας ἱδρυσάμενος τὸν Φαραὼ [κύριον καὶ] θεὸν τούτου οὐδέποτε προσεῖπεν ἑαυτόν, ἀλλὰ τὸν σοφὸν Μωυσῆν —λέγει γάρ· „ἰδοὺ δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7,1) —,κύριον δὲ ὠνόμασε πολλαχοῦ τῶν ὑπ’ αὐτοῦ χρησθέντων· ᾄδεται δὲ τὰ τοιαῦτα·