Ancient Greek · ~2 min
Section 199
Philo Judaeus, De mutatione nominum 199
Not analysed yet
ἀλλ’ οὐδὲν ὄφελος· ἀφίξονται γάρ τινες εὖ μάλα ἐρρωμένοι καὶ τῷ περὶ ἀρετὴν ζήλῳ κατεσχημένοι καὶ τὰ περικαλύμματα καὶ περίαπτα ταῦτα, ὅσα λόγῳ κακοτεχνοῦντες συνύφηναν, ἀπαμφιάσαντες καὶ γυμνὴν αὐτὴν ἐφ’ αὑτῆς τὴν ψυχὴν αὐγάσαντες εἴσονται καὶ τὰ ἐν μυχοῖς ἀποκείμενα τῆς φύσεως ἀπόρρητα —εἶτ’ ἔξω προαγαγόντες τὰ αἴσχη καὶ τὰ ὀνείδη πάντα αὐτῆς ἐν ἡλίῳ καθαρῷ πᾶσιν ἐπιδείξονται, οἵα τις οὖσα, ὡς αἰσχρὰ καὶ καταγέλαστος οἵαν ἐκ τῶν περιάπτων, ὡς νόθην ἐπεμόρφαζεν εὐμορφίαν.