Ancient Greek · ~1 min
Section 218
Philo Judaeus, De mutatione nominum 218
Not analysed yet
τὸν δὲ Ἰσμαὴλ ὅταν εὔχηται ζῆν, οὐκ ἀπέγνωκε τὴν γένεσιν Ἰσαάκ, ὡς καὶ πρότερον εἶπον, ἀλλὰ πεπίστευκε μὲν τῷ θεῷ ***οὐδὲ γὰρ ἃ δοῦναι θεῷ, ταῦτα καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν, ἐπειδὴ τῷ μὲν πλεῖστα καὶ μέγιστα χαρίσασθαι ῥᾴδιον, ἡμῖν δ’ οὐκ εὐμαρὲς τὰς προτεινομένας δέξασθαι δωρεάς.