Ancient Greek · ~1 min
Section 22
Philo Judaeus, De mutatione nominum 22
Not analysed yet
κύριος γὰρ γενητὸς πρὸς ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς ὄλεθρος.