Ancient Greek · ~1 min
Section 257
Philo Judaeus, De mutatione nominum 257
Not analysed yet
αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι —πρῶται δ’ εἰσὶν αὗται κινήσεις καὶ σχέσεις ψυχῆς —διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς οἰκείας ἐνεργείας.