Ancient Greek · ~1 min
Section 27
Philo Judaeus, De mutatione nominum 27
Not analysed yet
ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1) λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ.