Ancient Greek · ~1 min
Section 33
Philo Judaeus, De mutatione nominum 33
Not analysed yet
εὐέκται μὲν γὰρ καὶ σφριγῶντες ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι γεγονότες.