Ancient Greek · ~1 min
Section 36
Philo Judaeus, De mutatione nominum 36
Not analysed yet
ἢ οὐχὶ καὶ μέχρι νῦν τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως ἄχρι τοῦ παρόντος βίου κατὰ τὸ παντελὲς ἀνυπαίτιον νομισθῆναι· καὶ γὰρ ἀδύνατον εἶναι θνητῷ σώματι ἐνδεδεμένον εἰσάπαν εὐδαιμονῆσαι.