Ancient Greek · ~2 min
Section 39
Philo Judaeus, De mutatione nominum 39
Not analysed yet
Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ· „εὐαρέστει ἐνώπιον ἐμοῦ“ (Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ.