Ancient Greek · ~1 min
Section 4
Philo Judaeus, De mutatione nominum 4
Not analysed yet
καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα.