Ancient Greek · ~1 min
Section 49
Philo Judaeus, De mutatione nominum 49
Not analysed yet
ἄπειρα μέν ἐστι τὰ καταρρυπαίνοντα τὴν ψυχήν, ἅπερ ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔνεστιν. ἀπολείπονται γὰρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενεῖς κῆρες, ἃς λωφῆσαι μὲν εἰκός, ἀναιρεθῆναι δ’ εἰσάπαν ἀδύνατον.