Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, De mutatione nominum 52
Not analysed yet
φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος.