Ancient Greek · ~3 min
Section 56
Philo Judaeus, De mutatione nominum 56
Not analysed yet
ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν, πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων.