Ancient Greek · ~1 min
Section 58
Philo Judaeus, De mutatione nominum 58
Not analysed yet
τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ.