Ancient Greek · ~1 min
Section 67
Philo Judaeus, De mutatione nominum 67
Not analysed yet
μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια, μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν, μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως, ἀπλανοῦς τε καὶ πεπλανημένης.