Ancient Greek · ~1 min
Section 79
Philo Judaeus, De mutatione nominum 79
Not analysed yet
βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν γὰρ ἐν τῷ σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων, εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα, ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή.