Ancient Greek · ~1 min
Section 8
Philo Judaeus, De mutatione nominum 8
Not analysed yet
ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33,13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ·