Ancient Greek · ~1 min
Section 93
Philo Judaeus, De mutatione nominum 93
Not analysed yet
ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ φέγγους καὶ τῆς περὶ τὴν κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη.