Ancient Greek · ~2 min
Section 97
Philo Judaeus, De mutatione nominum 97
Not analysed yet
Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ, Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι“ (Gen. 48,5). τίνα οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα.