Ancient Greek · ~1 min
Section 10
Philo Judaeus, De opificio mundi 10
Not analysed yet
τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος· καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς καὶ ὅσα μὲν ἐπιζήμια καὶ βλαβερὰ μηχανῇ πάσῃ διωθεῖται, τὰ δὲ ὅσα ὠφέλιμα καὶ λυσιτελῆ κατὰ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ·