Ancient Greek
Section 14
Philo Judaeus, De opificio mundi 14
Not analysed yet
ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν.