Ancient Greek · ~3 min
Section 147
Philo Judaeus, De opificio mundi 147
Not analysed yet
καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον— ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις —,ᾗ δὲ μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων πλανήτων καὶ ἀπλανῶν συνεγγίζων.