Ancient Greek
Section 149
Philo Judaeus, De opificio mundi 149
Not analysed yet
φησὶν οὖν ὅτι πάντα τὰ ζῷα ἤγαγεν ὁ θεὸς πρὸς τὸν Ἀδάμ, ἰδεῖν βουλόμενος τίνας θήσεται προσρήσεις ἑκάστοις, οὐχ ὅτι ἐνεδοίαζεν —ἄγνωστον γὰρ οὐδὲν θεῷ —,ἀλλ’ ὅτι ᾔδει τὴν λογικὴν ἐν θνητῷ φύσιν κατεσκευακὼς αὐτοκίνητον, ὅπως ἀμέτοχος αὐτὸς ᾖ κακίας. ἀπεπειρᾶτο δ’ ὡς ὑφηγητὴς γνωρίμου τὴν ἐνδιάθετον ἕξιν ἀνακινῶν καὶ πρὸς ἐπίδειξιν τῶν οἰκείων ἀνακαλῶν ἔργων, ἵν’ ἀπαυτοματίσῃ τὰς θέσεις μήτ’ ἀνοικείους μήτ’ ἀναρμόστους ἀλλ’ ἐμφαινούσας εὖ μάλα τὰς τῶν ὑποκειμένων ἰδιότητας.