Ancient Greek · ~3 min
Section 165
Philo Judaeus, De opificio mundi 165
Not analysed yet
Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται.