Ancient Greek
Section 27
Philo Judaeus, De opificio mundi 27
Not analysed yet
εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ „ἐν ἀρχῇ ἐποίησεν" ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν· καὶ γὰρ εὔλογον τῷ ὄντι πρῶτον αὐτὸν εἰς γένεσιν ἐλθεῖν, ἄριστόν τε ὄντα τῶν γεγονότων κἀκ τοῦ καθαρωτάτου τῆς οὐσίας παγέντα, διότι θεῶν ἐμφανῶν τε καὶ αἰσθητῶν ἔμελλεν οἶκος ἔσεσθαι ἱερώτατος.