Ancient Greek · ~1 min
Section 30
Philo Judaeus, De opificio mundi 30
Not analysed yet
Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς φησιν ὅτι ὑπερβαλλόντως καλόν (Gen. 1,4)· τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ [τὰ κριτήρια] νοῦς, ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος.