Ancient Greek · ~1 min
Section 32
Philo Judaeus, De opificio mundi 32
Not analysed yet
εἱλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει. εὖ μέντοι καὶ τὸ φάναι ὅτι "σκότος ἦν ἐπάνω τῆς ἀβύσσου“ (Gen. 1,2). τρόπον γάρ τινα ὁ ἀὴρ ὑπὲρ τὸ κενόν ἐστιν, ἐπειδὴ πᾶσαν τὴν ἀχανῆ καὶ ἐρήμην καὶ κενὴν χώραν ἐπιβὰς ἐκπεπλήρωκεν, ὅση πρὸς ἡμᾶς ἀπὸ τῶν κατὰ σελήνην καθήκει.