Ancient Greek · ~1 min
Section 4
Philo Judaeus, De opificio mundi 4
Not analysed yet
τὸ μὲν οὖν κάλλος τῶν νοημάτων τῆς κοσμοποιίας οὐδεὶς οὔτε ποιητὴς οὔτε λογογράφος ἀξίως ἂν ὑμνῆσαι δύναιτο· καὶ γὰρ λόγον καὶ ἀκοὴν ὑπερβάλλει μείζω καὶ σεμνότερα ὄντα ἢ ὡς θνητοῦ τινος ὀργάνοις ἐναρμοσθῆναι.