Ancient Greek
Section 51
Philo Judaeus, De opificio mundi 51
Not analysed yet
πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν· αὐτίκα γοῦν ὁ ἓξ συντιθέμενος ἐκ δυοῖν τριάδων οὐκέτι γεννᾶται πολυπλασιασθεισῶν, ἀλλ’ ἕτερος, ὁ ἐννέα.