Ancient Greek
Section 57
Philo Judaeus, De opificio mundi 57
Not analysed yet
τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας.