Ancient Greek · ~3 min
Section 72
Philo Judaeus, De opificio mundi 72
Not analysed yet
Ἀπορήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ, τί δήποτε τὴν ἀνθρώπου μόνου γένεσιν οὐχ ἑνὶ δημιουργῷ καθάπερ τἆλλα ἀνέθηκεν, ἀλλ’ ὡσανεὶ πλείοσιν· εἰσάγει γὰρ τὸν πατέρα τῶν ὅλων ταυτὶ λέγοντα· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“. μὴ γὰρ χρεῖός ἐστιν, εἴποιμ’ ἄν, οὑτινοσοῦν, ᾧ πάντα ὑπήκοα; ἢ τὸν μὲν οὐρανὸν ἡνίκα ἐποίει καὶ τὴν γῆν καὶ τὴν θάλατταν, οὐδενὸς ἐδεήθη τοῦ συνεργήσοντος, ἄνθρωπον δὲ βραχὺ ζῷον οὕτως καὶ ἐπίκηρον οὐχ οἷός τε ἦν δίχα συμπράξεως ἑτέρων αὐτὸς ἀφ’ ἑαυτοῦ κατασκευάσασθαι; τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν θεὸν ἀνάγκη μόνον εἰδέναι, τὴν δ’ εἰκότι στοχασμῷ πιθανὴν καὶ εὔλογον εἶναι δοκοῦσαν οὐκ ἀποκρυπτέον. ἔστι δὲ ἥδε.