Ancient Greek · ~4 min
Section 78
Philo Judaeus, De opificio mundi 78
Not analysed yet
καθάπερ οὖν οἱ ἑστιάτορες οὐ πρότερον ἐπὶ δεῖπνον καλοῦσιν ἢ τὰ πρὸς εὐωχίαν πάντα εὐτρεπίσαι καὶ οἱ τοὺς γυμνικοὺς ἀγῶνας καὶ σκηνικοὺς τιθέντες, πρὶν συναγαγεῖν τοὺς θεατὰς εἴς τε τὰ θέατρα καὶ τὰ στάδια, εὐτρεπίζουσιν ἀγωνιστῶν καὶ θεαμάτων καὶ ἀκουσμάτων πλῆθος, τὸν αὐτὸν τρόπον καὶ ὁ τῶν ὅλων ἡγεμὼν οἷά τις ἀθλοθέτης καὶ ἑστιάτωρ ἄνθρωπον καλεῖν μέλλων ἐπί τε εὐωχίαν καὶ θεωρίαν τὰ εἰς ἑκάτερον εἶδος προευτρεπίσατο, ἵν’ εἰς τὸν κόσμον εἰσελθὼν εὐθὺς εὕρῃ καὶ συμπόσιον καὶ θέατρον ἱερώτατον, τὸ μὲν ἁπάντων πλῆρες ὅσα γῆ καὶ ποταμοὶ καὶ θάλαττα καὶ ἀὴρ φέρουσιν εἰς χρῆσιν καὶ ἀπόλαυσιν, τὸ δὲ παντοίων θεαμάτων, ἃ καταπληκτικωτάτας μὲν ἔχει τὰς οὐσίας, καταπληκτικωτάτας δὲ τὰς ποιότητας, θαυμασιωτάτας δὲ τὰς κινήσεις καὶ χορείας ἐν τάξεσιν ἡρμοσμέναις καὶ ἀριθμῶν ἀναλογίαις καὶ περιόδων συμφωνίαις· ἐν αἷς ἁπάσαις τὴν ἀρχέτυπον καὶ ἀληθῆ καὶ παραδειγματικὴν μουσικὴν οὐκ ἂν ἁμαρτάνοι τις εἶναι λέγων, ἀφ’ ἧς οἱ μετὰ ταῦτα ἄνθρωποι γραψάμενοι ἐν ταῖς ἑαυτῶν ψυχαῖς τὰς εἰκόνας ἀναγκαιοτάτην καὶ ὠφελιμωτάτην τέχνην τῷ βίῳ παρέδοσαν.