Ancient Greek · ~1 min
Section 111
Philo Judaeus, De plantatione 111
Not analysed yet
παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12. 13), ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα.