Ancient Greek · ~1 min
Section 32
Philo Judaeus, De plantatione 32
Not analysed yet
Τοῖς εἰρημένοις ἐστὶν ἀκόλουθος καὶ ἡ τοῦ παραδείσου φυτουργία· λέγεται γάρ· „ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“ (Gen. 2,8). τὸ μὲν οὖν ἀμπέλους καὶ ἐλαιῶν ἢ μηλεῶν ἢ ῥοιῶν ἢ τῶν παραπλησίων δένδρα οἴεσθαι ***πολλὴ καὶ δυσθεράπευτος εὐήθεια.