Ancient Greek · ~2 min
Section 60
Philo Judaeus, De plantatione 60
Not analysed yet
καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 —9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως ἡ ἐναντία διάθεσις.