Ancient Greek · ~2 min
Section 95
Philo Judaeus, De plantatione 95
Not analysed yet
„ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 —25).